Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις ἑαλώκασιν αἱ Ἀθῆναι.

πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας· πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας σπασάμενος τὴν μάχαιραν ὁ ταύτης ἔφη κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.

τοὺς; δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.