Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα ἐὰν πτωχοί ἔφη ἦτε καὶ μὴ μείζων [*](μείζων *: μεῖζον ) ἅτερος θατέρου ἐρέῃ εἶναι. [*](ἐρέῃ εἰναι Sintensius: ἐρεεινῃ )

καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἣτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.

ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς· φοβερωτέρους.