Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ἵνʼ ἔφη τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν· δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον· εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι ἀπεκρίνατο μόναι γὰρ ἡμεῖς ἄνδρας τίκτομεν.

εἴρξας δὲ τοὺς; ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας· τιμῆς καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν· ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας.

πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ὅπως ἔφη

μήτε διʼ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῆται. [*](ποιῆται *: ποιεῖται ) διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως; ἀπήλασεν.

ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, [*](ζητοῦντα] add. τὴν ζἰτίαν X) ἵνʼ ἔφη τὰ γεννώμενα ἰσχυρὰ ἐκ τελείων γεννώμενα.

πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας; συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετʼ εὐλαβείας συνεῖναι, ὅπως ἔφη καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.

καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως·,