Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.

τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς. καὶ λόγος

ἀπομνημονεύεται Γεραδάτα [*](Γεραδάτα] Γεράδα Vit. Lyc. c. 15) τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου· εἶπεν οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρʼ ἡμῖν ἐκείνου δὲ ὑπολαβόντος ἂν οὖν γένηται , ταῦρον [*](ταῦρον *: ταὐτὸν ) ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, [*](ἐκτίνει μέγαν - - - γελάσας ὁ Γεραδάτας addidi ex. l. l. nisi quod pro Γεράδας scripsi Γεραδάτας ) ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεραδάτας πῶς γὰρ ἄν ἔφη μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς· ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται.

πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.

πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως ἔφη μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.

μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δὲ ὅπως εἶπε μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.

ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως εἶπε πλείω τοὺς ἐχθροὺς βλάπτοιμεν.