Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ

τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας· τοὺς· γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.

ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ὅτι ἔφη οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι.

πάλιν δʼ ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ὅπως ἄν ἔφη μετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς· τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρʼ ἄλλοις ζηλουμένων ἔχωσιν.

ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμενον τῆς στέγης· τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς ξύλα φύεται.

ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους; πολλάκις στρατεύεσθαι, ἔφη ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται διὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας καλά εἶπε τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ [*](μηδὲ *: μήτε ) εἰδότας μάχεσθαι διδάξας;.

ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα

τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ἵν ἔφη ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ· αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως· τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας· καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καί τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.