Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλʼ ἡμεῖς ὑπὲρ ἄλλων.

Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι μὰ

τοὺς θεούς ἔφη οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.

τῇ δʼ ἐγγυτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, οὔτι ἔμοιγʼ ἔφη δοκεῖ, ἀλλʼ εἰ ἡ κλεὶς; τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.

πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δʼ ὅτι οἱ παρʼ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, τί οὖν, ὦ ἀνόητε εἶπεν οὐ τὴν ταχίστην ἀποθνήσκεις, ἵνʼ ἅμα παύσῃ [*](῞ἵνʼ ἅμα παύσῃ *: ἵα ἀναπαύσῃ ) κακοδαιμονίαν καὶ πενίαν κλαίων;

πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.

λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, ὅπου ἔφη μήτε πλείω μήτε ἐλάσσονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται.