Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι ἔφη ἀπὸ δειλῶν ἐστι.

Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, τῶν κατακτεινόντων τοίνυν αὐτούς ἔφη τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους.

Λάβωτος, μακρολογοῦντός τινος, εἶπε τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτον καὶ ὁ λόγος ᾧ χρῆσαι.

Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν εὐμετάβολος, διὰ τοὺς καιρούς ἔφη οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.

πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι

ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, ταῦτʼ ἔφη ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειαν ἄνδρας γενομένους.