Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ὅσῳ μᾶλλον ἔφη οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης

ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε εἶπεν οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.

Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν ἔφη εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.

τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.

λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἄλλας [*](οὐκ ἄλλας] οὐκ ὀλίγους m. s. V². οὔκ, ἀλλʼ ἅλις an οὔκ, ἀλλὰ πολλοὺς?) ἔφη πρὸς ἣν βαδίζομεν πρᾶξιν.

πάλιν δὲ αὐτῶν εἰπόντων μή τι ἕτερόν διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων [*](τῶν βαρβάρων] delevit Madvigius) κωλύειν; [*](κωλύειν] ἰέναι κωλύσων idem) τῷ λόγῳ ἔφη τῷ δʼ ἔργῳ ἀποθανούμενος [*](ἀποθανούμενος] ἄπειμι ἀποθανούμενος?) ὑπὲρ τῶν Ἑλλήνων.