Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.

Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος τρέσας τὸ τοῦ καλοῦ ἐντὸς[*](ἐντὸς added by F.C.B.) φιλήματος ἐλθεῖν, κἂν[*](κἂν F.C.B.: καὶ.) μὴ ἀποδειλιᾷ,[*](ἀποδειλιᾷ F.C.B.: ἀπὸ δειλίας (φίλημα, εἰ ἐθέλει καὶ μὴ ἀποδειλιάσει Kronenberg).) ἥξειν ἐκεῖνον, χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν, ἔφη, δεῖ[*](δεῖ Wyttenbach (δεινὸν Kronenberg): δεῖν.) πείθειν ἐκεῖνον ἡμᾶς[*](ἡμᾶς] ὑμᾶς Kronenberg from the Life of Agesilaus, chap. xi. There are more elaborate attempts to improve the passage (dependent mostly on the Life of Agesilaus ibid.); cf. the editions of Wyttenbach and Bernardakis.)· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι, ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.

τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ

λίαν δίκαιον πρὸς αὐτούς. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν φίλων τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.ʼ

δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις· ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχεν.