Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δὴ[*](δὴ F.C.B. (probably corrupted to δεῖ and then into the infinitive): δεῖν. προσήκειν in the line above should be kept, as it stands in Xenophon, Agesilaus, 5. 2, the source of the quotation.) τῶν ἰδιωτῶν περιεῖναι.

πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, καταφρονεῖν, ἔφη, τῶν ἡδονῶν.

πρὸς δε τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ἀντὶ ταύτης, ἔφη, τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα. [*](ἀμώμεθα] μώμεθα Valckenaer, μνώμεθα S. A. Naber.)

ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου γένηται, ἀλλʼ ἐγώ, εἶπεν, ἐμαυτὸν ἐθίζω μελετῶν[*](μελετῶν or ἀσκῶν F.C.B.: λέγων.) ὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.

καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον δι’ ὅ τι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ἵνα, ἔφη, οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.ʼ ʼ