Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἄλλοτε ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν, ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.

βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, τῷ κατὰ Δωδήνην Διὸς ἐχρήσατο μαντείῳ κελεύσαντος δέ,[*](After κελεύσαντος δέ the mss. have ὅπερ ἐστὶν ὡς δοκεῖ στρατεύεσθαι, which is pretty clearly an explanatory clause which has become incorporated in the text: deleted by Wyttenbach.) τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως, Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δέ, αἱρεθεὶς οὕτως ἐστρατεύσατο.

ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ

στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος, ἔφη τοῖς φίλοις, ἐπισπεισάμενον μὲν ἀδικεῖν[*](ἀδικεῖν as in the Life of Agesilaus, chap. ix.: ἀδίκως.) ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.

τοῖς δʼ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον[*](ἵππον] ἵππον ἕκαστονibid.) ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα, ἀπολυόμενον[*](ἀπολυόμενον] ἀπολυομένους in some mss.) τῆς στρατείας· ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.

ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, ταῦτα μέν, εἶπεν, ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε.[*](μάχεσθε] μαχεῖσθε in some mss.)