Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράσσειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν.

νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα ἔφη εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι [*](τι *) τῶν εὐπορίστων.