Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης,

ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάσσης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν· καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη. [*](ἀνάγκη - ἀνάγκη Iunius: ἀναγκάζῃ - ἀναγκάζῃ )

τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε εἶπεν ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ [*](malim πεινητικοῦ ) ἐμετικὸς γέγονας;