Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.

ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.