Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπανελθόντα δὲ αὐτὸν ὁ Σύλλας ταῖς μὲν ἄλλαις τιμαῖς ἐδέξατο φιλοφρόνως καὶ Μάγνον προσηγόρευσε πρῶτος αὐτόν· θριαμβεῦσαι δὲ βουλόμενον οὐκ εἴα μηδέπω μετέχοντα βουλῆς. εἰπόντος δὲ τοῦ Πομπηίου πρὸς τοὺς παρόντας ἀγνοεῖν τὸν Σύλλαν ὅτι καὶ τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δύνοντα προσκυνοῦσιν, ὁ μὲν Σύλλας ἀνεβόησε θριαμβευέτω. Σερουίλιος δὲ ἀνὴρ ἀριστοκρατικὸς ἠγανάκτει , καὶ τῶν στρατιωτῶν ἐνίσταντο πολλοὶ τῷ θριάμβῳ δωρεάς τινας ἀπαιτοῦντες. ἐπεὶ δὲ ὁ Πομπήιος ἔφη μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους , νῦν ἔφη καὶ μέγαν ἀληθῶς ὁρᾶν καὶ ἄξιον τοῦ θριάμβου τὸν Πομπήιον.

ἔθους δὲ ὄντος ἐν Ῥώμῃ τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς δύο ἄνδρας, οὓς τιμητὰς καλοῦσι , καὶ καταριθμησαμένους τὰς στρατείας καὶ

τοὺς στρατηγοὺς ὑφʼ οἷς [*](οἷς W: οὓς ) ἐστρατεύσαντο τυγχάνειν ἐπαίνων ἢ ψόγων τῶν προσηκόντων ὑπατεύων ὁ Πομπήιος κατήγαγεν αὐτὸς τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον [*](Γέλλιον X: τέλλιον ) καὶ Λέντλον· ἐκείνων δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται τὰς στρατείας, πάσας εἶπεν ὑπʼ ἐμαυτῷ αὐτοκράτορι.