Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.

μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ εἶπε τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους

τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας ἐζημίωσε.

τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ ἔφη φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος

Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης ἐμοὶ μὲν γάρ ἔφη μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.