Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ

τὴν μάχην πῶς σοι χρήσωμαι; βασιλικῶς εἶπε, καὶ προσερωτηθεὶς καὶ μή τι ἄλλο; πάντα εἶπεν ἐν τῷ βασιλικῶς ἔνεστι· θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε.

πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι βασιλικόν ἔφη ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.

ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.

τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.

Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας· αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.