Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλασσαν, ἐνεδείχθη

τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλασσαν, ἠρώτησεν ὁ Ἀλέξανδρος πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν οὐκοῦν ἔφη ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν· βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.

τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θεσσαλοὺς ὅτι τὴν ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.

τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος [*](ἀγόμενος] ἀπαγόμενος Sententiae Maxim. et Ant. p. 569.) ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι,

ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προυκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ

πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν· ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχετέον εἶναι , πότερος εὖ ποιῶν περιγένηται.

περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας, ὅτι τὸ μὲν χωρίον δυσάλωτόν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι, νῦν ἔφη τὸ χωρίον εὐάλωτόν ἐστιν.