Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις. ἐκείνου δʼ εἰπόντος ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δʼ ἐδυσκόλαινε, καὶ μὴν οὐδὲν εἶπεν ὁ Θαλῆς ἀνεπίληπτόν ἐστιν, ἀλλʼ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς ὁ χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δʼ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; ὁ γὰρ μεθʼ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. εἰ δὲ τὸ

φῶς καλόν ὥσπερ ἐστὶν[*](καλὸν ὡσπερ ἐστὶν R: ὥσπερ καλόν ἐστιν ) ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δʼ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης· οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδʼ ὁ θάνατος κοινότατόν ἐστιν· οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλʼ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας[*](ἀποφάσεις, τὰς οἰκείας H nescio unde: ἰδίας ἀποφάσεις ) ταῖς ἐκείνου παραβάλωμεν· ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθʼ ἕκαστον. ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; θεός ἔφη Θαλῆς· ἀγέννητον γάρ ἐστι. τί μέγιστον; τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει τί κάλλιστον; κόσμος πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί. τί σοφώτατον; χρόνος· τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δʼ εὑρήσει. τί κοινότατον; ἐλπίς· καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι. τί ὠφελιμώτατον; ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. τί βλαβερώτατον κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη τί ἰσχυρότατον; ἀνάγκη· μόνον γὰρ ἀνίκητον τί ῥᾷστον; τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ[*](πολλοὶ Hauptius) πολλάκις ἀπαγορεύουσιν.