Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

γελάσας οὖν ὁ Περίανδρος, ἔχομεν· εἶπεν Αἴσωπε τὴν δίκην προσηκόντως,[*](προσηκόντως R: προσηκόντως ὅτι ) πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες. ὅρα δή, Νειλόξενε, τὰ λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ[*](ταύτῷ idem: τούτῳ ) τοῖς ἀνδράσιν ἀλλὰ μήν ὁ Νειλόξενος ἔφη τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν ἀχνυμένην[*](ἀχνυμένην] Bergk. 2 p. 409) σκυτάλην προσείποι κατʼ Ἀρχίλοχον, ὁ δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ

αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ[*](τὸ ante βλαβερώτατον add. H) ἰσχυρότατον καὶ τὸ ῥᾷστον[*](ῤᾷστον H: ῥᾷστον εἰπεῖν ) ἆρʼ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον; οὕτως ὁ Νειλόξενος ἔφη κρίνετε δʼ ὑμεῖς ἀκούσαντες. περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας[*](κατʼ αὐτὰς Madvigius)[*](ὁ W) ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. ἀναγνώσομαι δʼ ὑμῖν ὥσπερ ἀπεκρίνατο. τί πρεσβύτατον; χρόνος. τί μέγιστον; κόσμος. τί σοφώτατον; ἀλήθεια. τί κάλλιστον; φῶς· τί κοινότατον; θάνατος. τί ὠφελιμώτατον; θεός. τί βλαβερώτατον; δαίμων. τί ῥωμαλεώτατον; τύχη τί ῥᾷστον; ἡδύ.