Septem sapientium convivium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν , Κλεόδωρος εἶπε τοσαῦτʼ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν· ὁ δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς Πιττακοῦ βραχυλογίας, ᾗ πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίειν ὑπολαβὼν οὖν ὁ Περίανδρος ἀλλὰ μήν ἔφη καὶ τοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δʼ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου[*](Ληλάντου H: λαλάντου ) μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετʼ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλʼ ὁ μέν,[*](προύβαλʼ ὁ μέν B. Muellerus: προύβαλε μέν ) ὥς φησι Λέσχης
, ἀπεκρίνατο δʼ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος
- Μοῦσά μοι ἔννεπε κεῖνα μήτʼ ἐγένοντο πάροιθε
- μήτʼ ἔσται μετόπισθεν
καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν τί δὲ ταῦθʼ ὁ Κλεόδωρος εἶπε διαφέρει τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς οὐ γελοιότερον οὖν εἶπε τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν
- ἀλλʼ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι
- ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης
τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν; ἀλλʼ οὐδὲ μαθεῖν δέομαι ἔφη ὁ Κλεόδωρος. καὶ μὴν οὐδείς ἔφη σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας. ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε.
- ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα