Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν, οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ[*](ὁ H: ὁ οὖν ) Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲ πολλὰ γʼ εἶπεν ὦ Διόκλεις πιστεύεται ψευδῶς , καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως,[*](ἑτοίμως W: ἕτοιμοι ) οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ[*](μὴ W) μετακινητοὺς εἶναι. Καὶ ἐγὼ γελοῖος ἔφην ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων ἐμοὶ μὲν ἔφη δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας

κατασκευάσειε τοῖς πολίταις. Δεύτερος δʼ ὁ Βίας εἶπεν εἰ, ἀτρόποις[*](ἀτρόποις scripsi: πρῶτος aut τρόποις ) χρῷτο τοῖς νόμοις τῆς πατρίδος. ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσις εἰ μὴ[*](μὴ Stobaeus Floril XLVIII 47) μόνος εἴη φρόνιμος Πέμπτος δὲ[*](δὲ] δʼ ὁ?) Κλεόβουλος εἰ μηδενὶ πιστεύοι τῶν συνόντων ἕκτος δʼ ὁ Πιττακὸς εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ. Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον ἐγὼ τοίνυν ἔφη προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι[*](αφιστάναι W: ἀφεστάναι ) τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς ἔδει τοίνυν ἔφη τοῦτο καθʼ ἑαυτοὺς περαίνειν καὶ μή , συμβούλους φάσκοντας εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντων ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν; τίς δʼ ἂν ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν
  1. εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;
  2. [*](ἀκοῦον nescio quis: ἀκούειν )
Καὶ ὁ Σόλων ἀλλὰ μήν ἔφη καὶ νῦν ἑνὸς Ἀθηναῖοι
κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ[*](θεοῦ R: σοῦ ) φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων σὺ γάρ ἔφη ὁ Αἴσωπος οὔπω γέγραφας ὅτι ὅμοιον[*](ὅτι ὅμοιον del. idem) οἰκέτας μὴ μεθύειν, ὡς[*](ὡς] ᾧ) ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν. γελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς ἀλλʼ ὅμοιον[*](ἀλλʼ ἀνοίμοιον W) ἔφη τῷ ξηραλοιφεῖν τὸ[*](τῷ - τὸ Patzigius: τὸ - τῷ ) λαλεῖν ἐν[*](ἐν del. Herwerdenus) οἴνῳ βρεχόμενον· ἥδιστον γάρ ἐστι. Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ Πάλιν δʼ ὁ Αἴσωπος καὶ μήν ἔφη Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει