Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

γενομένης δὲ σιωπῆς ὁ Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δʼ ἄρξασθαι τοῦ λόγου τὸν Νειλόξενον ἐγώ τοι εἶπεν ὦ ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι· καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δʼ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθʼ ὑμῶν[*](ὑμῶν Meziriacus: ἡμῶν ) Καὶ ὁ Βίας ποῦ γὰρ ἢ μετὰ τίνων ἔφη προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ,[*](εἰ δέοι H) πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπʼ ἐμοῦ, περιελθεῖν δʼ εἰς ἅπαντας ὑμᾶς τὸν λόγον; Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δʼ αὐτὸν ἐκέλευσε λύσαντα πάντα[*](πάντα del. R) πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με

κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δʼ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρʼ ἡμῶν οὐ τἀμὰ κωλύσει. Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας ἐγγὺς κατακειμένῳ τί λέγεις εἶπεν ὦ Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει[*](ἐθελήσειεν ἂν?) ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν; Καὶ ὁ Νειλόξενος γελάσας ὡς θελήσοντος[*](θελήσοντος Pflugkius: θελήσαντος ) εἶπεν ὦ Βία σκόπει τὸ δυνατόν. φραζέτω τοίνυν ἔφη τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν· περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης. ὡς δὲ ταῦτʼ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος ὑφʼ ἡδονῆς ὥρμησε περιβαλεῖν[*](περιβαλεῖν H: περιβάλλειν ) τὸν Βίαντα καὶ φιλῆσαι· τῶν δʼ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας ὁ Χίλων ὦ Ναυκρατῖτα ἔφη ξένε, πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει· περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων
ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος[*](δυσγενέστερος R: δυσγενέστατος ) καὶ μήν ἔφη ὁ Περίανδρος ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας ἀνδρακάς, ὥσπερ ἔφησεν Ὅμηρος·[*](Ὅμηρος] ν 14) ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος