Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

ἐπεὶ δʼ ἐπήρθησαν αἱ τράπεζαι καὶ στεφάνων παρὰ τῆς Μελίσσης διαδοθέντων ἡμεῖς μὲν ἐσπείσαμεν ἡ δʼ αὐλητρὶς ἐπιφθεγξαμένη μικρὰ ταῖς σπονδαῖς ἐκ μέσου μετέστη, προσαγορεύσας τὸν Ἀνάχαρσιν ὁ Ἄρδαλος ἠρώτησεν εἰ παρὰ· Σκύθαις αὐλητρίδες εἰσίν· ὁ δʼ ἐκ τοῦ προστυχόντος οὐδʼ ἄμπελοι εἶπε. τοῦ δʼ Ἀρδάλου πάλιν εἰπόντος ἀλλὰ θεοὶ γε Σκύθαις εἰσί, πάνυ μὲν οὖν ἔφη γλώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δʼ οἱ Ἕλληνες οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν. ὁ δʼ Αἴσωπος εἴ γʼ εἶπεν εἰδείης, ὦ ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη[*](Κλεοβουλίνη W: κλεόβουλον ἡ ) πρὸς τὸν Φρύγιον αὐλὸν ᾐνίξατο[*](ἠνίξατο idem: ἤξατο )

  1. κνήμῃ νεκρογόνοσαιμε[*](νεκρογόνοσαιμε] νεβρόγονός με G. Hermannus. Fort. νεκρὸς ὄνος με ) κερασφόρῳ[*](κερασφόρῳ] fort. γερασφόρῳ ἔκρουσεν Hermannus: ἐκτικρουσε ) οὖας ἔκρουσεν
ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον
ὀστέον παρέχεται. Καὶ ὁ Νειλόξενος ἀμέλει ταῦτʼ ἔφη καὶ ἡμῖν τοῖς Ναυκρατίταις ἐγκαλοῦσι Βουσιρῖται· χρώμεθα γὰρ ἤδη τοῖς ὀνείοις εἰς τὸν αὐλόν. ἐκείνοις δὲ καὶ σάλπιγγος ἀκούειν ἀθέμιτον, ὡς ὄνῳ φθεγγομένης ὅμοιον. ὄνον δʼ ὑπʼ Αἰγυπτίων ἴστε δήπου διὰ Τυφῶνα προπηλακιζόμενον.