Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί
ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε
- ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα
- δʼ ἔμπης
- ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
- οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.[*](Homer. Ω 522)
- ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
- ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί.
- δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
- δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
- ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
- ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ
- ἐσθλῷ·
- ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
- καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
- φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
- ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα[*](Hesiod. OD 94)
- ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
- μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
- ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
- ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
- ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται.
- πλείη μὲν γὰρ γαῖα κακῶν,
- πλείη; δὲ θάλασσα.
- νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ
- αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
- σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς[*](ὁ κωμικός] Meinek. IV p. 23) ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει
ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ
- εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
- ἀεὶ[*](ἀεὶ Stobaeus Flor. CVIII 1: αἰεὶ ) θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
- ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον.
- νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει
- εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
- ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
- τί οὖν ποιεῖς πλέον;[*](ποιεῖς πλέον Meinekius: πλέον ποιοῦμεν ) οὐδέν· ἡ λύπη δʼ ἔχει
- ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.[*](τὸ δάκρυον Stobaeus: τὰ δάκρυα )
κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.
- δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων
[*](Nauck. p. 366)- καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
- παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ
- ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις
- ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται[*](ἐμμεμόχλευνται Bentleius: ἐκμεμόχθηνται ) βροτῶν,
- ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων,
- τοὺς τʼ ἐκ μέγιστον[*](μέγιστον Elmsleius: μεγίστης ) ὀλβίας τυραννίδος
- τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ
καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον[*](ἔλαττον R: ἐλάττονα ) τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.