Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
ὁ δʼ Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 84) καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε
τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών
- ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
- ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν
- ὦ θάνατε παιὰν ἰατρὸς μόλοις
[*](Nauck. p. 64)
λιμὴν γὰρ ὄντως Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν
καὶ
- τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
[*](id. p. 523)
τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ[*](δυσανιῶν καὶ] fort. δυσάνιον καὶ ** ut adiectivum suppleatur. cf. lin. 26 δυσαλγῆ ) ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν[*](ἢ οὐκ ἔστινaddidi) ὁ θάνατος; καί, φησιν Ἡράκλειτος,[*](Ἡράκλειτος] Mullach. 1 p. 321) ταὐτὸ[*](ταύτῷ) γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ[*](τὸetτὸ del. R facile sane) καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς[*](συνεχεῖς αὐτοῖς] συγχέασʼ αὐτοὶς Sauppius) ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς[*](ἐπαγωγοὺς Emperius: ἐπαγωγὰς ) ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.
- ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς
[*](id. p. 697)
οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 407)
Πίνδαρος[*](Πίνδαρος] Pyth. III 81) δὲ
- ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι
- δὲ μεληδόνες,
- αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
- ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
- κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ
- ὅστις τε κακός.
Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 248) δέ
- ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται[*](δαίονται Pindarus: δαίνυνται ) βροτοῖς.
- ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν
Εὐριπίδης[*](Εὐριπίδης] Alc. 780) δὲ
- σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
- εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;
- τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν;
- δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου.
- βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
- κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
- τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
- τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.
ὁ δὲ Σωκράτης[*](Σωκράτης] Plat. Apol. p. 40 c) παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος[*](Ὅμηρος] ν 80) ἐπʼ αὐτοῦ λέγων
ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει
- νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς
καὶ
- ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο
[*](Homer. Ξ 231)
ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι χάλκεον[*](χάλκεον] Homer. Λ 241) ὕπνον, τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια· προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, οὐδέν ἔφη· ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει[*](προλαμβάνει Doehnerus: προλαμβάνει ὁ ὕπνος τὸν θάνατον )
- Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,
[*](id. Π 672. 682)