Consolatio ad Apollonium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.

οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο

  1. μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα,
  2. [*](Nauck. p. 524)
  3. ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
  4. μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν,
  5. ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν
  6. σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ
πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς
τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ[*](αὑτῷ H: αὐτῷ ) τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.
  1. οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ
  2. [*](Nauck. p. 447)
καὶ νὴ Δία·
  1. τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν
  2. [*](id. p. 697)

ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ[*](δὲ καὶ] δʼ H) ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι

  1. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,[*](Eurip. Iph. A. 29)
  2. Ἀγάμεμνον, Ἀτρεύς.
  3. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
  4. θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
  5. τὰ θεῶν οὕτω βουλόμενʼ[*](βουλόμεν Euripides: βουλομένων ) ἔσται
καὶ τὸ ὑπὸ Μενάνδρου[*](Μενάνδρου] Meinek. IV p. 227) ῥηθὲν
  1. εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
  2. ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε[*](τε Schaeferus: γε ) διατελεῖν
  3. πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
  4. καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
  5. ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ[*](σʼ Grotius) ἐψευσμένος,
  6. ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
  7. ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
  8. τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
  9. οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
  10. τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
  11. οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
  12. ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
  13. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
  14. φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
  15. ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
  16. σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας
  17. ἀγαθά, τὰ νυνὶ[*](τὰ νυνί Bentleius: τὰ νῦν ) τʼ[*](τʼ H: δʼ ) ἐστὶ μέτριά σοι κακά.
  18. ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν[*](ὄνaddidi) φέρε.
ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς.
ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς
  1. τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα
  2. [*](Bergk. 3 p. 740)
  3. ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα.

κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ

  1. οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι
  2. [*](Homer. M 326)
τὸ παράπαν ἀλλὰ
  1. Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις
  2. [*](Bergk. 1 p. 450)
  3. ἀνάγκαις
ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου[*](Εὐριπίδου] Phoen. 558)
  1. ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος
καὶ ὅτι
  1. μίκρʼ ἄττα[*](μίκρʼ ἄττα τὰscripsi:μικρότατα (ὡς μικρὰ τὰ Stobaeus Flor. CV 1. Nauck. p. 388)) τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα
  2. τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω
τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἄν ἔχου ἦν,[*](ἔχον ἦν H: εἶχεν ὄν ) εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου
  1. κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
  2. [*](Nauck. p. 387)
  3. γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος,
  4. τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
ὁ δὲ Πίνδαρος[*](Πίνδαρος] Pyth. VIII 135) ἐν ἄλλοις
  1. τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
  2. ἄνθρωπος
ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ[*](Κράντωρ] Mullach. 3 p. 157) παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ[*](δὲ H: τε ) καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν[*](οὐδὲν ἀτυχεῖν R) ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ἄσκοπος γὰρ ἡ τύχη φησὶν ὁ Θεόφραστος
καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών
  1. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
  2. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  3. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ
  4. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,[*](τελέσωσι H ex Homer. ς 133)
  5. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ
καὶ
  1. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  2. [*](Hom. ς 136)
  3. οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
καὶ ἐν ἄλλοις
  1. Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
  2. [*](id. Z 145)
  3. οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
  4. φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ
  5. θʼ ὕλη
  6. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη
  7. ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει
ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω
  1. βροτῶν ἕνεκα πτολεμίζω[*](πτολεμίζω H: πτολεμίζειν )[*](id. Φ 463)
  2. δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε
  3. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·,
  4. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ
Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ὦ τύχη εἶπεν, εἰς τίνα με καιρὸν ἄρα φυλάττεις; μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.