Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα
παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντεςκαὶ ὁ τραγικὸς Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 543)
- ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν,[*](Carm. Aur. 17)
- ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει
καὶ ὁ Εὐριπίδης[*](Εὐριπιδης] Nauck. p. 524)
- ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν
- κἀν τοῖσι δεινοῖς[*](λἀν τοῖς κακίστοις) μὴ τεθυμῶσθαι θεοῖς
καὶ ἐν ἄλλοις
- ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν
[*](id. p. 412)- σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται
- τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν,
- ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ