Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων
ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης,[*](Εὐριπίδης] Phoen. 555) τὰ χρήματα οὐκ ἴδια κέκτηνται βροτοί, ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴοὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποι ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι; τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις[*](παρὰ καταθεμένοιςscripsi: παρακαταθεμένοις) θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ
- τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα.
[*](ibid. 556)- ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν.
τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸ γνῶθι σαυτὸν καὶ τὸ μηδὲν ἄγαν· ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως
- θαλέθοντι βίῳ
[*](Bergk. 3 p. 720. Nauck. p. 697)- βλάσταις τε τέκνων βριθομένα γλυκερὸν
- φάος ὁρῶσα
ὁ δὲ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 453)
- τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα,
[*](Nauck. p. 576)- ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν,
- σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν
- περισσῶς