Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι τὸν κηδόμενον φίλων[*](φιλων R: φίλον ) ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, πάνυ μὲν οὖν ἔφη κατάσκοπος ὦ Φίλιππε τῆς[*](τῆςadd. H) ἀβουλίας σου καὶ τῆς ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων

Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·