Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας· οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε.[*](ἔστρεφε H: ἀνέστρεφε ) τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι καὶ δεδιέναι τὴν αὐθάδειαν,[*](αὐθάδειαν] Plat. Ep. IV p. 321 b) ὡς ἐρημίᾳ ξύνοικον ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν εὐκλεᾶ θήσει[*](εὐκλεᾶ θήσει] Eurip. Phoen. 1732) τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς
χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν ἢ παρεῖδεν, ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν.