Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ,[*](αὑτῷscripsi: αὐτῷ) ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν,[*](προσειπεῖν]προφέρειν R. Malim προσεπειπεῖν ) ἂν ἀφῇς ταῦτα καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,