Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν[*](τὸν add. H) ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν
καὶ μηδενὸς ἀξίους. τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε; μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας[*](ὑπερόπτως W) ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. οὐ γὰρ αἰσθάνῃ σαυτοῦ καὶ σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς. ἂν δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος·οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , σχῆμα παλλακίδος ἔχουσα·
- ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.
[*](Nauck. p. 32)
καὶ περιορᾷς αὐτὴν ἀνιωμένην ὁ δʼ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.
- σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί
[*](Homer. κ 329)
εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ[*](μηδὲ H: μήτε )
νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ· κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι[*](προσθέσεσι Emperius) δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις[*](ἐκβάσεις]ἐντάσεις W) παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην[*](Εὐριπίδην] Phoen. 472) καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως
καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν[*](ἂν] κὰν H) προσαγορευθῇ πρότερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ πολυπραγμονοῦντες οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος.
- νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν