Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων.[*](τῶν δεομένων] τοῦ δέοντος Meziriacus) οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν

  1. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
  2. [*](Homer. Ξ 196. Σ 427 ε 90)
κόλακος δὲ ταύτην
  1. αὔδα ὅ τι φρονέεις
  2. [*](id. Ξ 195. Σ 426. ε 89)
καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν
  1. ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
  2. [*](Meinek. IV p. 669)
  3. ἂν μὴ ποιήσω πέπονα μαστιγῶν[*](μαστιγῶν] μαστίγου μʼ Madvigius) ὅλον,
  4. ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
  5. τὸ πρόσωπον
ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται[*](γεγένηται Pflugkius: γένηται vel γίγνεται ) σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ
πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν.[*](τὴν ἐπιθυμίαν Pflugkius: τῇ ἐπιθυμίᾳ ) οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν
  1. ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται,
  2. [*](Nauck. p. 386)
  3. πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
  4. φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,
ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ
  1. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
  2. [*](id. p. 373)
  3. κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
  4. τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,
οἱ δὲ τοὐναντίον δρῶσι, τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, τοὺς δὲ πρὸς χάριν πονηροὺς καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον κλῄθρων καὶ στέγης ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ὦ Ἡράκλεις, ἔφθης με φησὶ μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλον ὡς γὰρ οἱ μαθηματικοὶ τὰς
ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. ἡ μὲν γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον ἐνταῦθα μέν εἶπεν οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους[*](Εμπεδοκλέους] Mullach. vol. 1 p. 3) στοιχεῖα ταυτὶ
  1. πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος
ἀλλʼ οὐδὲ κατάκεισαι σὺ δεξιῶς, ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. ὡς οὖν ἡ διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος Ἀρκεσιλάου εἶπε τοῦτο τὸ κλέμμα καὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου γνώριμος ἀπʼ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν
ἄλλων φίλων παρειστήκει. τοῦ δὲ· κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δʼ ὁ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ὁ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας ἥδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδʼ ἀληθινὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἐλευθέριον, ἀλλʼ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου ποιοῦσαν ἔμφασιν καὶ δόκησιν ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζωγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπʼ αὐτῷ καὶ φροντίδας, εἶτʼ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστʼ εἰπεῖν οὐκ ἄξια ταῦτʼ ἐκείνων· πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις καὶ οὐκ ἀνεκτή, ταῖς δὲ τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. ὁ δὲ φίλος, ἂν[*](ἂν H: κἂν ) εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δʼ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον
ἐκεῖνοι τὴν χάριν, οὐδὲν ἔφασαν μέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων ταῦτʼ ἠθροίσαμεν. οὐ γὰρ μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν.

οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων·

  1. συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.
  2. [*](Eur. Iph. A. 407)
μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι, τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην
ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.

οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ

φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων,[*](οἰχνέων id.) ἀλλὰ παρὰ χρυσὸν ἑφθόν,[*](Bergk. 1 p. 450) ὥς φησι Σιμωνίδης,[*](Σιμωνίδης] id. 3 p. 417) ἀκήρατον οὐδὲ μόλυβδον ἔχων .[*](ἑφθόν - ἔχων] ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών id.) ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος[*](ἐπίτηκτος Iacobsius:ἐπίκτητος ) καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ
περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις[*](Ἀγησίαις] Ἄγισι W) καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν[*](ἢ διʼ εὐφυίαν] del. W) ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν.