Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων,[*](θέοντος H) ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος εἰ[*](εἰ] εἴ τις Meziriacus) τὸν ἀγρὸν ἔμελλεν[*](ἔμελλεν ὁ?) ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος[*](ἀνθρωπους Dobraeus) ἄτοπος ἂν ἐπαίνων[*](ὁ ἐπαινῶν?) εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος .[*](πρόσφορος Iaegerus) ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.

ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς

δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλʼ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας
  1. βριθὺ μέγα στιβαρὸν
  2. [*](Homer. Π 131)
καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον[*](ρ9όπαλον] Meinek. IV p. 225) οὐ στιβαρὸν κομίζων οὐδʼ ἰσχυρὸν ἀλλὰ χαῦνόν[*](κενόν Winckelmannus) τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις[*](πειρωμένοις] sc. ἡμῖν) μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, ἃ δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ
λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δʼ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. ὁ δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλʼ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδʼ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἢ ἀμπεχόνης ἢ κυνός τινος ἢ ἵππου μὴ κατʼ ἀξίαν ἐπιμελόμενον·[*](postἐπιμελόμενονlacunam indicavit H) γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλʼ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, ἢ γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν
λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος[*](ἀποτυμπανίζοντος H) καὶ τελοῦντος[*](τελοῦντος] στρεβλοῦντος Gatakerus) οὐδεὶς ἐνέστη τῶν τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδʼ ἀλγοῦντα προσφέρουσιν.

ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν ὢ τῆς πολλῆς ἀτοπίας, ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί τί δὴ σὺ λέγεις; εἰπόντος ὁμολογῶ φησὶν ἄχθεσθαι καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας. Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ

ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, ἄκουσον ἔφη Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος. πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ[*](οὐκ ἀποκτενεῖ Sauppius)