Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀλλʼ ὑποψίας καὶ φόβου λαβόντες ἀρχήν, ὡς μεγάλης οὔσης ἀνάγκης ἐκείνῳ φείδεσθαι τοῦ τυράννου, πρὸς ἑτέρους ἤδη προστάτας ἀπέβλεπον καὶ μάλιστα πυνθανόμενοι καταπλεῖν Ἡρακλείδην ἀνεπτοήθησαν.

ἦν δὲ τῶν φυγάδων Ἡρακλείδης, στρατηγικὸς μέν ἄνθρωπος καὶ γνώριμος ἀφʼ ἡγεμονίας ἣν ἔσχε παρὰ τοῖς τυράννοις, οὐκ ἀραρὼς δὲ τὴν γνώμην, ἀλλὰ πρὸς πάντα κοῦφος, ἥκιστα δὲ βέβαιος ἐν κοινωνίᾳ πραγμάτων ἀρχὴν ἐχόντων καὶ δόξαν.

οὗτος ἐν Πελοποννήσῳ πρὸς Δίωνα στασιάσας ἔγνω καθʼ αὑτὸν ἰδιόστολος πλεῖν ἐπὶ τὸν τύραννον, εἴς τε Συρακούσας ἀφικόμενος ἑπτὰ τριήρεσι καὶ τρισὶ πλοίοις Διονύσιον μέν αὖθις εὗρε περιτετειχισμένον, ἐπηρμένους δὲ τοὺς Συρακουσίους.

εὐθὺς οὖν ὑπεδύετο τὴν τῶν πολλῶν χάριν, ἔχων μέν τι καὶ φύσει πιθανὸν καὶ κινητικὸν ὄχλου θεραπεύεσθαι ζητοῦντος, ὑπολαμβάνων δὲ καὶ μετάγων ῥᾷον αὐτούς, οἳ τὸ σεμνὸν τοῦ Δίωνος ὡς βαρὺ καὶ δυσπολίτευτον ἀπεστρέφοντο διὰ τὴν γεγενημένην ἐκ τοῦ κρατεῖν ἄνεσιν καὶ θρασύτητα, πρὸ τοῦ δῆμος εἶναι τὸ δημαγωγεῖσθαι θέλοντες.

καὶ πρῶτον μὲν εἰς ἐκκλησίαν ἀφʼ αὑτῶν συνδραμόντες εἵλοντο τὸν Ἡρακλείδην ναύαρχον.

ἐπεὶ δὲ Δίων παρελθὼν ᾐτιᾶτο τὴν ἐκείνῳ διδομένην ἀρχὴν ἀφαίρεσιν εἶναι τῆς πρότερον αὐτῷ δεδομένης, οὐκέτι γὰρ αὐτοκράτωρ

p.72
μένειν, ἂν ἄλλος ἡγῆται τῶν κατὰ θάλασσαν, ἄκοντες οἱ Συρακούσιοι πάλιν ἀπεψηφίσαντο τὸν Ἡρακλείδην.

γενομένων δὲ τούτων μεταπεμψάμενος αὐτὸν ὁ Δίων οἴκαδε, καὶ μικρὰ μεμψάμενος, ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα πρὸς αὐτὸν ἐν καιρῷ ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν, αὖθις ἐκκλησίαν αὐτὸς συναγαγών ναύαρχον ἀπέδειξε τὸν Ἡρακλείδην, καὶ τοῦ σώματος ἔπεισε φυλακὴν δοῦναι τοὺς πολίτας, ὥσπερ αὐτὸς εἶχεν.

ὁ δὲ τῷ μὲν λόγῳ καὶ τῷ σχήματι τὸν Δίωνα θεραπεύων καὶ χάριν ὁμολογῶν ἔχειν παρηκολούθει ταπεινός,

paris.1624.973
ὑπηρετῶν τὸ κελευόμενον, κρύφα δὲ τοὺς πολλοὺς καὶ νεωτεριστὰς διαφθείρων καὶ ὑποκινῶν, θορύβοις τὸν Δίωνα περιέβαλλεν, εἰς ἅπασαν ἀπορίαν καθιστάμενον.

εἴτε γὰρ ἀφιέναι κελεύοι Διονύσιον ὑπόσπονδον ἐκ τῆς ἄκρας, διαβολὴν εἶχε φείδεσθαι καὶ περισῴζειν ἐκεῖνον, εἴτε λυπεῖν μὴ βουλόμενος ἐπὶ τῆς πολιορκίας ἡσυχάζοι, διατηρεῖν ἐδόκει τὸν πόλεμον, ὡς μᾶλλον ἄρχοι καὶ καταπλήττοιτο τοὺς πολίτας.