Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἦν δέ τις Σῶσις, ἄνθρωπος ἐκ πονηρίας καὶ θρασύτητος εὐδοκιμῶν παρὰ τοῖς Συρακουσίοις, περιουσίαν ἡγουμένοις ἐλευθερίας τὸ μέχρι τοιούτων ἀνεῖσθαι τὴν παρρησίαν.

οὗτος ἐπιβουλεύων Δίωνι πρῶτον μὲν ἐκκλησίας οὔσης ἀναστὰς πολλὰ τοὺς Συρακουσίους ἐλοιδόρησεν, εἰ μὴ συνιᾶσιν ὡς ἐμπλήκτου καὶ μεθυούσης ἀπηλλαγμένοι τυραννίδος ἐγρηγορότα καὶ νήφοντα δεσπότην εἰλήφασιν·

ἔπειτα φανερὸν τοῦ Δίωνος ἐχθρὸν ἀναδείξας ἑαυτόν τότε μὲν ἐκ τῆς ἀγορᾶς ἀπῆλθε, τῇ δʼ ὑστεραίᾳ γυμνὸς ὤφθη διὰ τῆς

p.74
πόλεως θέων ἀνάπλεως αἵματος τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ὡς δή τινας φεύγων διώκοντας.

ἐμβαλὼν δὲ τοιοῦτος εἰς τὴν ἀγορὰν ἔλεγεν ὑπὸ τῶν ξένων τοῦ Δίωνος ἐπιβεβουλεῦσθαι, καὶ τὴν κεφαλὴν ἐπεδείκνυε τετρωμένην· καὶ πολλοὺς εἶχε τοὺς συναγανακτοῦντας καὶ συνισταμένους κατὰ τοῦ Δίωνος, ὡς δεινὰ καὶ τυραννικὰ πράττοντος, εἰ φόνοις καὶ κινδύνοις τῶν πολιτῶν ἀφαιρεῖται τὴν παρρησίαν.

οὐ μὴν ἀλλὰ, καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν ὁ Δίων ἀπελογεῖτο καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ διʼ ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης, πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς,

ἅμα δʼ οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον ἢ καταφορᾶς γεγενημένον.

αἱ μὲν γὰρ ὑπὸ ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς, ὑπʼ ἀλγηδόνος ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος.

ἧκον δέ τινες τῶν γνωρίμων ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν, καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθʼ ὁδὸν ἀπαντῆσαι τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους ὡς ἀρτίως ὑπʼ ἐκείνων τετρωμένος·

εὐθὺς οὖν διώκοντες ἄνθρωπον μὲν οὐδένα λαβεῖν, ὑπὸ πέτραν δὲ κοίλην κείμενον ἰδεῖν ξυρὸν, ὅθεν ἐκεῖνος ὤφθη προσερχόμενος.