Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐλπίσαντες γὰρ ἅμα τῇ πρώτῃ ῥύμῃ τὴν πόλιν ἅπασαν ἐξ ἐπιδρομῆς καθέξειν, εἶτα παρὰ δόξαν ἐντυγχάνοντες ἀνδράσι πλήκταις καὶ μαχίμοις ἀνεστέλλοντο πρὸς τὴν ἀκρόπολιν.

ἔτι δὲ μᾶλλον, ὡς ἐνέδωκαν, ἐπικειμένων τῶν Ἑλλήνων τραπόμενοι κατεκλείσθησαν εἰς τὸ τεῖχος, ἑβδομήκοντα μὲν καὶ τέσσαρας ἀποκτείναντες τῶν μετὰ Δίωνος, ἑαυτῶν δὲ πολλοὺς ἀποβαλόντες,

p.68

γενομένης δὲ λαμπρᾶς τῆς νίκης οἱ μὲν Συρακούσιοι τοὺς ξένους ἑκατὸν μναῖς ἐστεφάνωσαν, οἱ δὲ ξένοι Δίωνα χρυσῷ στεφάνῳ.

κήρυκες δὲ παρὰ τοῦ Διονυσίου κατέβαινον

paris.1624.972
ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες, μία δʼ ἦν ἔξωθεν ἐπιγεγραμμένη, τῷ πατρὶ, παρʼ Ἱππαρίνου·

τοῦτο γὰρ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. καίτοι φησὶ Τίμαιος Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρετῆς καλεῖσθαι· Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἴομαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος.

αἱ μὲν οὖν ἄλλαι τοῖς Συρακουσίοις ἀνεγνώσθησαν ἐπιστολαί πολλὰς ἱκεσίας καὶ δεήσεις ἔχουσαι παρὰ τῶν γυναικῶν, τὴν δὲ παρὰ τοῦ παιδὸς εἶναι δοκοῦσαν οὐκ ἐώντων φανερῶς λυθῆναι βιασάμενος ὁ Δίων ἔλυσεν.

ἦν δὲ παρὰ τοῦ Διονυσίου, τοῖς μὲν γράμμασι πρὸς τὸν Δίωνα, τοῖς δὲ πράγμασι πρὸς τοὺς Συρακοσίους διαλεγομένου, σχῆμα μὲν ἔχουσα δεήσεως καὶ δικαιολογίας, συγκειμένη δὲ πρὸς διαβολὴν τοῦ Δίωνος,

ὑπομνήσεις τε γὰρ ἦσαν ὧν ὑπὲρ τῆς τυραννίδος ἔπραξε προθύμως, καὶ κατὰ τῶν φιλτάτων ἀπειλαὶ σωμάτων, ἀδελφῆς καί τέκνου καὶ γυναικός, ἐπισκήψεις τε δειναὶ μετʼ ὀλοφυρμῶν, καί τὸ μάλιστα κινῆσαν αὐτόν, ἀξιοῦντος μὴ καθαιρεῖν, ἀλλὰ παραλαμβάνειν τὴν τυραννίδα, μηδʼ ἐλευθεροῦν μισοῦντας ἀνθρώπους καὶ μνησικακοῦντας, ἀλλʼ αὐτὸν ἄρχειν, παρέχοντα τοῖς φίλοις καὶ οἰκείοις τὴν ἀσφάλειαν.

ἀναγινωσκομένων δὲ τούτων οὐχ, ὅπερ ἦν δίκαιον, εἰσῄει τοὺς Συρακοσίους ἐκπλήττεσθαι τὴν ἀπάθειαν καὶ τὴν μεγαλοψυχίαν

p.70
τοῦ Δίωνος ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀπισχυριζομένου πρὸς τοιαύτας οἰκειότητας,