Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῦτο πάντας μέν, ὡς εἰκός, ἠνίασε τοὺς περὶ Ἀντώνιον ἀνελπίστως ἐν ἀρχῇ πληγέντας· ὁ δὲ Ἀρμένιος Ἀρταουάσδης ἀπογνοὺς τὰ Ῥωμαίων ᾤχετο τὴν αὑτοῦ στρατιὰν ἀναλαβών, καίπερ αἰτιώτατος τοῦ πολέμου γενόμενος.

ἐπιφανέντων δὲ λαμπρῶς τοῖς πολιορκοῦσι τῶν Πάρθων καὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ βουλόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷ τὸ δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμμένειν καὶ αὔξεσθαι, δέκα τάγματα λαβὼν καὶ τρεῖς στρατηγίδας σπείρας ὁπλιτῶν, τοὺς δʼ ἱππεῖς ἅπαντας, ἐξήγαγε πρὸς σιτολογίαν, οἰόμενος οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων ἐκ παρατάξεως μάχην γενέσθαι.

προελθὼν δὲ μιᾶς ὁδὸν ἡμέρας, ὡς ἑώρα τοὺς Πάρθους κύκλῳ περιχεομένους καὶ προσπεσεῖν καθʼ ὁδὸν αὐτῷ ζητοῦντας, ἐξέθηκε μὲν τὸ τῆς μάχης σύμβολον ἐν τῷ στρατοπέδῳ, καθελὼν δὲ τὰς σκηνὰς ὡς οὐ μαχησόμενος, ἀλλʼ ἀπάξων, παρημείβετο τῶν βαρβάρων τὴν τάξιν οὖσαν μηνοειδῆ, κελεύσας ὅταν οἱ πρῶτοι τοῖς ὁπλίταις ἐν ἐφικτῷ δοκῶσιν εἶναι, τοὺς ἱππεῖς ἐναντίους εἰσελαύνειν.