Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῖς δὲ Πάρθοις παρακεκριμένοις λόγου κρείττων ἡ τάξις ἐφαίνετο τῶν Ῥωμαίων, καὶ κατεθεῶντο παρεξιόντας ἐν διαστήμασιν ἴσοις ἀθορύβως καὶ σιωπῇ τοὺς ὑσσοὺς κραδαίνοντας. ὡς δὲ τὸ σημεῖον ἤρθη καὶ προσεφέροντο μετὰ κραυγῆς

226
ἐπιστρέψαντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο δεξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματος γενομένους, τῶν δὲ ὁπλιτῶν συναπτόντων ἅμα βοῇ καὶ πατάγῳ τῶν ὅπλων, οἵ τε ἵπποι τοῖς Πάρθοις ἐξίσταντο ταρβοῦντες καὶ αὐτοὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἔφευγον.

sὁ δὲ Ἀντώνιος ἐνέκειτο τῇ διώξει, καὶ μεγάλας εἶχεν ἐλπίδας ὡς τοῦ πολέμου τὸ σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος. ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δὲ ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους μὲν τριάκοντα, νεκροὺς δὲ ὀγδοήκοντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη, δεινὸν εἶναι λογιζομένοις εἰ νικῶντες μὲν οὕτως ὀλίγους κτείνουσιν, ἡττώμενοι δὲ στερήσονται τοσούτων ὅσους ἀπέβαλον περὶ ταῖς ἁμάξαις.

τῇ δʼ ὑστεραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου προῆγον. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶν πολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν ὥσπερ ἀηττήτοις καὶ νεαλέσι προκαλουμένοις καὶ προσβάλλουσι πανταχόθεν, μοχθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸ στρατόπεδον.