Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πρῶτον μὲν οὖν αὐτοῦ δεον ἐν Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων Πάρθους ἔαρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλʼ εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθει τὴν χώραν.

ἔπειτα μηχανημάτων αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος ὡς ἐμπόδια τοῦ ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ γυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει.

τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης, ὁμόσε χωρῶν ἔχου πρὸς τὴν πόλιν χῶμα σχολῇ καὶ πολυπόνως ἀνιστάμενον. ἐν τούτῳ δὲ καταβαίνων στρατιᾷ μεγάλῃ Φραάτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν μηχανοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολλοὺς ἐπʼ αὐτάς, ὑφʼ ὧν περιληφθεὶς ὁ Στατιανὸς ἀποθνήσκει μὲν αὐτός, ἀποθνήσκουσι δὲ μύριοι τῶν μετʼ αὐτοῦ. τὰς δὲ μηχανὰς ἑλόντες οἱ

224
βάρβαροι διέφθειραν. εἷλον δὲ παμπόλλους, ἐν οἷς καὶ Πολέμων ἦν ὁ βασιλεύς.