Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οἱ δʼ ἀντιπαραγγέλλοντες αὐτῷ χαρίεντες μὲν ἦσαν ἀμφότεροι, Σουλπίκιος δὲ καὶ πολλὰ τῆς τοῦ Κάτωνος ἐν τῇ πόλει δόξης τε καὶ δυνάμεως ἀπολελαυκώς· οὐ μέτριον οὖν ἐδόκει πρᾶγμα ποιεῖν οὐδʼ εὐχάριστον οὐ μὴν ὅ γε Κάτων ἐνεκάλει· τί γὰρ, ἔφη, θαυμαστόν εἰ ὅ τις νομίζει τῶν ἀγαθῶν μέγιστον ἑτέρῳ μὴ παρίησι;

πείσας δὲ τὴν βουλὴν ψηφίσασθαι τοὺς μετιόντας τὴν ἀρχὴν αὐτοὺς δεξιοῦσθαι τὸν δῆμον, διʼ ἑτέρου δὲ μὴ δεῖσθαι μηδὲ ἐντυγχάνειν ὑπὲρ αὐτῶν περιιόντος,

p.356
ἔτι μᾶλλον ἐξηγρίανε τοὺς ἀνθρώπους, εἰ μὴ μόνον τὸ λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος ἄπορον καὶ ἄτιμον ὁμοῦ τὸν δῆμον πεποίηκε.

πρὸς δὲ τούτῳ μήτε αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ἀλλʼ ἐν ἤθει τὸ τοῦ βίου μᾶλλον ἀξίωμα βουλόμενος φυλάσσειν ἢ προσλαβεῖν τὸ τῆς ἀρχῆς ποιούμενος τὰς δεξιώσεις, μήτε τοὺς φίλους ἐάσας οἷς ὄχλος ἁλίσκεται καὶ θεραπεύεται ποιεῖν, ἀπέτυχε τῆς ἀρχῆς.