Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν[*](ἐν Coraës and Bekker, with most MSS.: τοῖς with M.) πολλοῖς καὶ καμπτόμενον ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν ʽἔτυχε γὰρ δικάζωνʼ ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν.

ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν

p.354
δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν μήτε ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις· ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.

ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος ἢ τὴν ἐπιβουλὴν ἐξελέγξων.