Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

φέροντος δὲ τοῦ πράγματος οὐκ αὐτοῖς μόνοις τοῖς ἀποτυχοῦσιν, ἀλλὰ καὶ φίλοις αὐτῶν καὶ οἰκείοις σὺν αἰσχύνῃ τινὶ κατήφειαν καὶ πένθος ἐφʼ ἡμέρας πολλάς, οὕτως ἤνεγκε ῥᾳθύμως τὸ συμβεβηκός ὥστε ἀλειψάμενος μὲν ἐν τῷ πεδίῳ σφαιρίσαι, μετʼ ἄριστον δὲ πάλιν, ὥσπερ εἴθιστο, καταβὰς εἰς ἀγορὰν ἀνυπόδητος καὶ ἀχίτων περιπατῆσαι μετὰ τῶν συνήθων.

αἰτιᾶται δὲ Κικέρων ὅτι, τῶν πραγμάτων ἄρχοντος τοιούτου δεομένων, οὐκ ἐποιήσατο σπουδὴν οὐδὲ ὑπῆλθεν ὁμιλίᾳ φιλανθρώπῳ τὸν δῆμον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν ἐξέκαμε καὶ ἀπηγόρευσε, καίτοι τὴν στρατηγίαν αὖθις ἐξ ὑπαρχῆς μετελθών.

ἔλεγεν οὖν ὁ Κάτων ὅτι τῆς μὲν στρατηγίας οὐ κατὰ γνώμην ἐξέπεσε τῶν πολλῶν, ἀλλὰ βιασθέντων ἢ διαφθαρέντων, ἐν δὲ ταῖς ὑπατικαῖς ψήφοις μηδεμιᾶς κακουργίας γενομένης ἔγνω καὶ τῷ δήμῳ προσκεκρουκὼς διὰ τὸν αὑτοῦ τρόπον, ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια

paris.1624.784
παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι·
p.358