Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ἀρταξάτων πορευομένοις. θύσας δὲ τοῖς θεοῖς Λούκουλλος, ὡς ἐν χερσὶν οὔσης τῆς νίκης, διεβίβαζε τὸν στρατὸν ἐν δώδεκα σπείραις προτεταγμέναις, ταῖς δʼ ἄλλαις ἐπιτεταγμέναις πρὸς τὰς κυκλώσεις τῶν πολεμίων. πολλοὶ γὰρ ἦσαν ἱππεῖς καὶ λογάδες ἀντιπαρατεταγμένοι, πρὸ δʼ αὐτῶν ἱπποτοξόται Μάρδοι καὶ λογχοφόροι Ἴβηρες, οἷς μάλιστα τῶν ξένων ὁ Τιγράνης ἐπίστευεν ὡς μαχιμωτάτοις.

οὐ μὴν ἐπράχθη τι λαμπρὸν ἀπʼ αὐτῶν, μικρὰ δὲ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων διαπληκτισάμενοι τοὺς πεζοὺς ἐπιόντας οὐχ ὑπέμειναν, ἀλλʼ ἑκατέρωσε τῆς φυγῆς σχισθέντες ἐπεσπάσαντο τοὺς ἱππεῖς πρὸς τὴν δίωξιν. ἅμα δὲ τῷ τούτους διασπαρῆναι τῶν περὶ τὸν Τιγράνην ἐξιππασαμένων ἰδὼν τὴν λαμπρότητα καὶ τὸ πλῆθος ὁ Λούκουλλος ἔδεισε.

καὶ τοὺς μὲν ἱππεῖς ἀπὸ τῆς διώξεως ἀνεκαλεῖτο, πρῶτος δʼ αὐτὸς ἀντέστη τοῖς Ἀτροπατηνοῖς κατʼ αὐτὸν οὖσι μετὰ τῶν ἀρίστων, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν φοβήσας ἐτρέψατο. τριῶν δʼ ὁμοῦ

p.576
παρατεταγμένων βασιλέων αἴσχιστα δοκεῖ φυγεῖν ὁ Ποντικὸς Μιθριδάτης, οὐδὲ τὴν κραυγὴν τῶν Ῥωμαίων ἀνασχόμενος.

γενομένης δὲ τῆς διώξεως μακρᾶς καὶ διʼ ὅλης νυκτός, οὐ μόνον κτείνοντες αὐτούς, ἀλλὰ καὶ ζωγροῦντες καὶ χρήματα καὶ λείαν ἄγοντες καὶ φέροντες ἀπεῖπον οἱ Ῥωμαῖοι. φησὶ δὲ ὁ Λίουϊος ἐν μὲν τῇ προτέρᾳ μάχῃ πλείονας, ἐν δὲ ταύτῃ γνωριμωτέρους πεσεῖν καὶ ληφθῆναι τῶν πολεμίων.

ἐκ τούτου Λούκουλλος μὲν ἐπηρμένος καὶ τεθαρρηκὼς ἄνω προάγειν διενοεῖτο καὶ καταστρέφεσθαι τὴν βάρβαρον ὥρᾳ δʼ ἰσημερίας φθινοπωρινῆς οὐκ ἂν ἐλπίσαντι χειμῶνες ἐπέπεσον βαρεῖς, τὰ μὲν πλεῖστα κατανίφοντες, ἐν δὲ ταῖς αἰθρίαις πάχνην ἐπιφέροντες καὶ πάγον, ὑφʼ οὗ χαλεποὶ μὲν ἦσαν οἱ ποταμοὶ τοῖς ἵπποις πίνεσθαι διὰ ψυχρότητος ὑπερβολήν, χαλεπαὶ δʼ αὐτῶν αἱ διαβάσεις ἐκρηγνυμένου τοῦ κρυστάλλου καὶ διακόπτοντος τὰ νεῦρα τῶν ἵππων τῇ τραχύτητι.

τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς

paris.1624.514
νυκτερεύοντας, οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λουκούλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο,. πρῶτον δεόμενοι καὶ τοὺς χιλιάρχους προσπέμποντες, ἔπειτα θορυβωδέστερον συνιστάμενοι καὶ κατὰ σκηνὰς νυκτὸς ἀλαλάζοντες, ὅπερ εἶναι δοκεῖ σύμβολον ἀποστατικῶς ἐχούσης στρατιᾶς.

καίτοι πολλὰ προσελιπάρει Λούκουλλος ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς

p.578
ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθίστου, τὸν Ἀννίβαν λέγων, ἔργον ἀνατρέψωσιν. ὡς δʼ οὐκ ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω καὶ κατʼ ἄλλας ὑπερβολὰς διελθὼν τὸν Ταῦρον εἰς τὴν λεγομένην Μυγδονικὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν βάρβαροι Νίσιβιν, οἱ δʼ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν προσηγόρευον.

ταύτην εἶχεν ἀξιώματι μὲν ἀδελφὸς Τιγράνου Γούρας, ἐμπειρίᾳ δὲ καὶ δεινότητι μηχανικῇ Καλλίμαχος ὁ καὶ περὶ Ἀμισὸν πλεῖστα πράγματα Λουκούλλῳ παρασχών, βαλόμενος δὲ στρατόπεδον καὶ πᾶσαν ἰδέαν πολιορκίας ἐπαγαγών ὀλίγῳ χρόνῳ κατὰ κράτος λαμβάνει τὴν πόλιν.