Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ Γούρᾳ μὲν ἑαυτὸν ἐγχειρίσαντι φιλανθρώπως ἐχρήσατο, Καλλιμάχῳ δʼ ὑπισχνουμένῳ θήκας ἀπορρήτους μεγάλων χρημάτων ἀνακαλύψειν οὐ προσέσχεν, ἀλλʼ ἐκέλευσεν ἐν πέδαις κομίζεσθαι δίκην ὑφέξοντα τοῦ πυρὸς, ᾧ τὴν Ἀμισηνῶν διαλυμηνάμενος πόλιν ἀφείλετο φιλοτιμίαν αὐτοῦ καὶ χρηστότητος ἐπίδειξιν πρὸς τοὺς Ἕλληνας.

μέχρι τοῦδε φαίη τις ἂν Λουκούλλῳ τὴν τύχην ἑπομένην συστρατηγεῖν. ἐντεῦθεν δʼ ὥσπερ πνεύματος ἐπιλιπόντος προσβιαζόμενος πάντα καὶ παντάπασιν ἀντικρούων ἀρετὴν μὲν ἐπεδείκνυτο καὶ μακροθυμίαν ἡγεμόνος ἀγαθοῦ, δόξαν δὲ καὶ χάριν οὐδεμίαν αἱ πράξεις ἔσχον, ἀλλὰ καὶ τὴν προϋπάρχουσαν ἐγγὺς ἦλθε δυσπραγῶν καὶ διαφερόμενος μάτην ἀποβαλεῖν.

τῶν δʼ αἰτιῶν αὐτὸς οὐχὶ τὴν ἐλαχίστην εἰς τοῦτο παρέσχεν, οὐκ ὢν θεραπευτικὸς πλήθους

p.580
στρατιωτικοῦ, καὶ πᾶν τὸ πρὸς ἡδονὴν τοῦ ἀρχομένου γινόμενον ἀρχῆς ἀτιμίαν καὶ κατάλυσιν ἡγούμενος· τὸ δὲ μέγιστον, οὐδὲ τοῖς δυνατοῖς καὶ ἰσοτίμοις εὐάρμοστος εἶναι πεφυκώς, ἀλλὰ πάντων καταφρονῶν καὶ μηδενὸς ἀξίους πρὸς αὑτὸν ἡγούμενος.

ταῦτα γὰρ ὑπάρξαι Λουκούλλῳ κακὰ λέγουσιν ἐν πᾶσι τοῖς ἄλλοις ἀγαθοῖς· καὶ γὰρ μέγας καὶ καλὸς καὶ δεινὸς εἰπεῖν καὶ φρόνιμος ὁμαλῶς ἐν ἀγορᾷ καὶ στρατοπέδῳ δοκεῖ γενέσθαι. Σαλούστιος μὲν οὖν φησι χαλεπῶς διατεθῆναι τοὺς στρατιώτας πρὸς αὑτὸν εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου πρὸς Κυζίκῳ καὶ πάλιν πρὸς Ἀμισῷ, δύο χειμῶνας ἑξῆς ἐν χάρακι διαγαγεῖν ἀναγκασθέντας.

ἠνίων δʼ αὐτοὺς καὶ οἱ λοιποὶ χειμῶνες, ἢ γὰρ ἐν τῇ πολεμίᾳ διεχείμαζον ἢ παρὰ τοῖς συμμάχοις ὕπαιθροι σκηνοῦντες, εἰς δὲ πόλιν Ἑλληνίδα καὶ φίλην οὐδʼ ἅπαξ εἰσῆλθε μετὰ στρατοπέδου Λούκουλλος, οὕτω δὲ διακειμένοις αὐτοῖς τὰς μεγίστας ἐνέδωκαν ἀπὸ τῆς Ῥώμης οἱ δημαγωγοὶ προφάσεις, φθόνῳ τοῦ Λουκούλλου κατηγοροῦντες ὡς ὑπὸ φιλαρχίας καὶ φιλοπλουτίας ἕλκοντος τὸν πόλεμον καὶ μονονοὺ κατέχοντος ἐν ταὐτῷ Κιλικίαν, Ἀσίαν, Βιθυνίαν, Παφλαγονίαν, Γαλατίαν, Πόντον, Ἀρμενίαν, τὰ μέχρι Φάσιδος, νυνὶ δὲ καὶ τὰ Τιγράνου βασίλεια πεπορθηκότος, ὥσπερ ἐκδῦσαι τοὺς βασιλεῖς, οὐ καταπολεμῆσαι πεμφθέντος.

τοῦτο γὰρ εἰπεῖν φασιν ἕνα τῶν στρατηγῶν Λεύκιον Κόϊντον, ὑφʼ οὗ μάλιστα πεισθέντες ἐψηφίσαντο πέμπειν διαδόχους τῷ Λουκούλλῳ τῆς ἐπαρχίας, ἐψηφίσαντο δὲ καὶ τῶν ὑπʼ αὐτῷ στρατευομένων πολλοὺς

paris.1624.515
ἀφεῖσθαι στρατείας.
p.582

τούτοις δὲ τηλικούτοις οὖσι προσγίνεται τὸ μάλιστα Λουκούλλῳ διειργασμένον τὰς πράξεις, Πόπλιος Κλώδιος, ἀνὴρ ὑβριστὴς καὶ μεστὸς ὀλιγωρίας ἁπάσης καὶ θρασύτητος. ἦν δὲ τῆς Λουκούλλου γυναικὸς ἀδελφός, ἣν καὶ διαφθείρειν ἔσχεν αἰτίαν ἀκολαστοτάτην οὖσαν.

τότε δὲ τῷ Λουκούλλῳ συστρατεύων οὐχ ὅσης αὑτὸν ἠξίου τιμῆς ἐτύγχανεν ἠξίου δὲ πρῶτος εἶναι, καὶ πολλῶν ἀπολειπόμενος διὰ τὸν τρόπον ὑποικούρει τὴν Φιμβριανὴν στρατιὰν καὶ παρώξυνε κατὰ τοῦ Λουκούλλου, λόγους χρηστοὺς εἰς οὐκ ἄκοντας οὐδʼ ἀήθεις τοῦ δημαγωγεῖσθαι διαδιδούς. οὗτοι γὰρ ἦσαν, οὓς καὶ πρότερον ἀνέπεισε Φιμβρίας ἀποκτείναντας τὸν ὕπατον Φλάκκον αὑτὸν ἑλέσθαι στρατηγόν.