Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐνταῦθα καὶ παρὰ τοῦ Πάρθων βασιλέως ἧκε πρεσβεία παρʼ αὐτόν εἰς φιλίαν προκαλουμένου καὶ συμμαχίαν. ἦν δʼ ἀσμένῳ ταῦτα τῷ Λουκούλλῳ· καὶ πάλιν ἀντέπεμψε παρʼ ἑαυτοῦ πρεσβείαν πρὸς τὸν Πάρθον, οἳ κατεφώρασαν αὐτόν ἐπαμφοτερίζοντα τῇ γνώμῃ καὶ μισθὸν αἰτοῦντα κρύφα τοῦ συμμαχῆσαι τῷ Τιγράνῃ τὴν Μεσοποταμίαν.

ὡς οὖν ταῦθʼ ὁ Λούκουλλος ᾔσθετο, Τιγράνην μὲν ἔγνω καὶ Μιθριδάτην παρελθεῖν ὥσπερ ἀνταγωνιστὰς ἀπειρηκότας, ἀποπειρᾶσθαι δὲ τῆς Πάρθων δυνάμεως καὶ στρατεύειν ἐπʼ αὐτούς, καλὸν ἡγούμενος μιᾷ ῥύμῃ πολέμου τρεῖς ἐφεξῆς ὥσπερ ἀθλητὴς βασιλεῖς καταπαλαῖσαι καὶ διὰ τριῶν τῶν ὑπὸ τὸν ἥλιον μεγίστων ἡγεμονιῶν ἀήττητος καὶ νικῶν διεξελθεῖν.

ἔπεμψεν οὖν εἰς Πόντον τοῖς περὶ Σωρνάτιον ἡγεμόσιν ἐπιστείλας ἄγειν τὴν ἐκεῖ στρατιὰν πρὸς αὐτόν, ὡς ἐκ τῆς Γορδυηνῆς ἀναβησόμενος. οἱ δὲ καὶ πρότερον χαλεποῖς χρώμενοι καὶ δυσπειθέσι τοῖς στρατιώταις τότε παντελῶς ἀπεκάλυψαν αὐτῶν τὴν ἀκολασίαν, οὐδενὶ τρόπῳ πειθοῦς οὐδʼ ἀνάγκης εὑρόμενοι προσαγαγέσθαι μαρτυρομένους καὶ βοῶντας, ὡς οὐδʼ αὐτόθι μενοῦσιν, ἀλλʼ οἰχήσονται τὸν Πόντον ἔρημον ἀπολιπόντες.

ταῦτα πρὸς Λούκουλλον ἀπαγγελθέντα καὶ τοὺς ἐκεῖ προσδιέφθειρε στρατιώτας, ἤδη μὲν ὑπὸ πλούτου καὶ τρυφῆς βαρεῖς γεγονότας πρὸς τὴν στρατείαν καὶ σχολῆς δεομένους, ὡς δὲ τὴν ἐκείνων ἐπύθοντο παρρησίαν,

p.572
ἄνδρας αὐτοὺς ἀπεκάλουν καὶ μιμητέον αὐτοὺς ἔφασαν εἶναι· πολλὰ γὰρ αὐτοῖς ἄξια σωτηρίας καὶ ἀναπαύσεως κατειργάσθαι.

τοιούτων δὲ καὶ πονηροτέρων ἔτι λόγων αἰσθόμενος ὁ Λούκουλλος τὴν ἐπὶ Πάρθους στρατείαν ἀφῆκεν, αὖθις δʼ ἐπὶ τὸν Τιγράνην ἐβάδιζε θέρους ἀκμάζοντος, καὶ τὸν Ταῦρον ὑπερβαλὼν ἠθύμησε χλωρῶν τῶν πεδίων ἐκφανέντων τοσοῦτον αἱ ὧραι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ὑστερίζουσιν.

οὐ μὴν ἀλλὰ καταβὰς καὶ δὶς

paris.1624.513
ἢ τρὶς ἀνατολμήσαντας ἐπʼ αὐτὸν τοὺς Ἀρμενίους τρεψάμενος ἀδεῶς ἐπόρθει τὰς κώμας, καὶ τὸν παρεσκευασμένον τῷ Τιγράνῃ σῖτον ἐξαιρῶν ἣν αὐτὸς ἐφοβεῖτο τοῖς πολεμίοις περιέστησεν ἀπορίαν. ἐπεὶ δὲ προκαλούμενος εἰς μάχην αὐτούς περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν οὐκ ἐκίνει πεπληγότας πολλάκις, ἀναστὰς ἐβάδιζεν ἐπʼ Ἀρτάξατα τὸ Τιγράνου βασίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην.

λέγεται δʼ Ἀννίβαν τὸν Καρχηδόνιον, Ἀντιόχου καταπολεμηθέντος ὑπὸ Ῥωμαίων, μεταβάντα πρὸς Ἀρτάξαν τὸν Ἀρμένιον ἄλλων τε πολλῶν εἰσηγητὴν καὶ διδάσκαλον αὐτῷ γενέσθαι χρησίμων, καὶ τῆς χώρας καταμαθόντα τόπον εὐφυέστατον καὶ ἥδιστον ἀργοῦντα καὶ παρορώμενον σχῆμα πόλεως ἐν αὐτῷ προϋπογράψασθαι, καὶ

p.574
τὸν Ἀρτάξαν ἐπαγαγόντα δεῖξαι καὶ παρορμῆσαι πρὸς τὸν οἰκισμόν.

ἡσθέντος δὲ τοῦ βασιλέως καὶ δεηθέντος, ὅπως αὐτὸς ἐπιστατήσῃ τοῦ ἔργου, μέγα τι καὶ πάγκαλον χρῆμα πόλεως ἀναστῆναι, καὶ γενομένην ἐπώνυμον τοῦ βασιλέως μητρόπολιν ἀποδειχθῆναι τῆς Ἀρμενίας. ἐπὶ ταύτην τοῦ Λουκούλλου βαδίζοντος οὐκ ἠνέσχετο Τιγράνης, ἀλλὰ τὴν δύναμιν ἀναλαβὼν ἡμέρᾳ τετάρτῃ παρεστρατοπέδευσε τοῖς Ῥωμαίοις, ἐν μέσῳ λαβὼν τὸν Ἀρσανίαν ποταμόν, ὃν ἐξ ἀνάγκης διαβατέον ἦν τοῖς Ῥωμαίοις τὴν ἐπʼ