Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

διὸ καὶ Μιθριδάτης οὐ συνέτεινεν ἐπὶ τὴν μάχην, τῇ συνήθει τὸν Λούκουλλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος, ἀλλὰ καθʼ ἡσυχίαν ἐπορεύετο πρὸς τὸν Τιγράνην. καὶ πρῶτον μὲν ὀλίγοις τῶν Ἀρμενίων ἐντυχὼν καθʼ

p.566
ὁδὸν ἐπτοιημένοις καὶ περιφόβοις ἀπιοῦσιν εἴκασε τὸ πάθος, εἶτʼ ἤδη πλειόνων γυμνῶν καὶ τετρωμένων ἀπαντώντων πυθόμενος τὴν ἧτταν ἐζήτει τὸν Τιγράνην.

εὑρὼν δὲ πάντων ἔρημον καὶ ταπεινόν οὐκ ἀνθύβρισεν, ἀλλὰ καταβὰς καὶ συνδακρύσας τὰ κοινὰ πάθη θεραπείαν τε τὴν ἑπομένην αὐτῷ βασιλικὴν ἔδωκε καὶ κατεθάρρυνε πρὸς τὸ μέλλον, οὗτοι μὲν οὖν αὖθις ἑτέρας δυνάμεις συνῆγον. ἐν δὲ τῇ πόλει τοῖς Τιγρανοκέρτοις τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους στασιασάντων καὶ τῷ Λουκούλλῳ τὴν πόλιν ἐνδιδόντων προσβαλὼν εἷλε·

καὶ τοὺς μὲν ἐν τῇ πόλει θησαυροὺς παρελάμβανε, τὴν δὲ πόλιν διαρπάσαι παρέδωκε τοῖς στρατιώταις, μετὰ τῶν ἄλλων χρημάτων ὀκτακισχίλια τάλαντα νομίσματος ἔχουσαν. χωρὶς δὲ τούτων ὀκτακοσίας δραχμὰς κατʼ ἄνδρα διένειμεν ἀπὸ τῶν λαφύρων.

πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, οὓς ὁ Τιγράνης πανταχόθεν ἠθροίκει μέλλων ἀποδεικνύναι τὸ κατεσκευασμένον ὑπʼ αὑτοῦ θέατρον, ἐχρήσατο τούτοις πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δʼ Ἕλληνας εἰς τὰς αὑτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς ἀνοικίζεσθαι πάλιν κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφʼ ὧν ὡς εὐεργέτης ὁ Λούκουλλος καὶ κτίστης ἠγαπᾶτο.

προὐχώρει δὲ καὶ τἆλλα κατʼ ἀξίαν τἀνδρί

paris.1624.512
τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων
p.568
ὀρεγομένῳ μᾶλλον ἢ τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον ἡ στρατιὰ καὶ πλεῖστον ἡ τύχη μετεῖχε, ταῦτα δʼ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς ὁ Λούκουλλος τότε χωρὶς ὅπλων ἐχειροῦτο τοὺς βαρβάρους, καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει·

τὸ δὲ Γορδυηνῶν οὕτω διέθηκεν, ὥστε βούλεσθαι τὰς πόλεις ἐκλιπόντας ἀκολουθεῖν ἐκείνῳ μετὰ παίδων καὶ γυναικῶν ἐθελοντὰς ἐξ αἰτίας τοιᾶσδε. Ζαρβιηνὸς γὰρ ὁ τῶν Γορδυηνῶν βασιλεὺς, ὥσπερ εἴρηται, διʼ Ἀππίου κρύφα Λουκούλλῳ διείλεκτο περὶ συμμαχίας τὴν Τιγράνου τυραννίδα βαρυνόμενος· μηνυθεὶς δʼ ἀπεσφάγη, καὶ παῖδες αὑτοῦ καὶ γυνὴ συναπώλοντο πρὶν ἢ Ῥωμαίους εἰς Ἀρμενίαν ἐμβαλεῖν.

τούτων οὐκ ἠμνημόνησεν ὁ Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενος.

ἐκέλευσε δὲ καὶ μνημεῖον ἀπὸ χρημάτων συχνῶν αὐτῷ γενέσθαι· πάμπολλα γὰρ εὑρέθη, καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς τοῦ Ζαρβιηνοῦ βασιλείοις, σίτου δʼ ἀπέκειντο μυριάδες τριακόσιαι μεδίμνων, ὥστε καὶ τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ τὸν Λούκουλλον θαυμάζεσθαι, ὅτι δραχμὴν μίαν ἐκ

p.570
τοῦ δημοσίου ταμιείου μὴ λαβὼν αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον.