Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δʼ εἰπὼν καὶ θαρρεῖν κελεύσας τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δὲ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαίνων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον[*](δέον Coraës, Sintenis and Bekker, after Reiske; δέοι MSS., including S.) ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖν[*](συναιρεῖν Coraës and Bekker, after Reiske; συναιρήσειν (S) and συναιρήσει MSS.: συναιρήσων, a suggestion of Reiske’s.) τὴν διατοξεύσιμον χώραν τῷ τάχει τῆς ἐπαγωγῆς.

ἐπεὶ δὲ τὴν κατάφρακτον ἵππον, ἧς πλεῖστος ἦν λόγος, κατεῖδε κατατεταγμένην ὑπὸ λόφῳ τινὶ τὴν ἄνω χώραν ἐπίπεδον καὶ πλατεῖαν ἔχοντι, πρόσβασιν δὲ τεττάρων σταδίων οὐ παντάπασι χαλεπὴν οὐδʼ ἀποκεκομμένην, Θρᾷκας μὲν ἱππεῖς καὶ Γαλάτας, οὓς εἶχεν, ἐκέλευσεν ἐκ πλαγίου προσφερομένους παρακρούεσθαι ταῖς μαχαίραις τοὺς κοντούς.

μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός· ἄλλο δʼ οὐδὲν οὔθʼ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ

p.562
βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλʼ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δʼ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας· νενικήκαμεν, ἔφη, νενικήκαμεν, ὦ συστρατιῶται.

καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, ἀλλʼ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμας τε καὶ μηρούς, ἃ μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης οὐ γὰρ ἐδέξαντο τοὺς Ῥωμαίους, ἀλλʼ ἀλαλάξαντες καὶ φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενομένου μήθʼ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας μυριάδας.

ὁ δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ

paris.1624.511
ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφʼ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δʼ ἐξελάσας ἐν ἀρχῇ μετʼ ὀλίγων ἔφευγε· καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθʼ ἑτέρας ὁδοὺς κελεύσας.

ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ

p.564
φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δʼ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δʼ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.

ταύτης τῆς μάχης Ἀντίοχος ὁ φιλόσοφος ἐν τῇ Περὶ θεῶν γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοιαύτην τόν ἥλιον. Στράβων δʼ, ἕτερος φιλόσοφος, ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν αὐτοὺς λέγει τοὺς Ῥωμαίους αἰσχύνεσθαι καὶ καταγελᾶν ἑαυτῶν ἐπʼ ἀνδράποδα τοιαῦτα δεηθέντας ὅπλων. Λίουϊος δʼ εἴρηκεν, ὡς οὐδέποτε Ῥωμαῖοι πολεμίοις ἀποδέοντες τοσούτῳ πλήθει παρετάξαντο· σχεδὸν γὰρ οὐδʼ εἰκοστόν, ἀλλʼ ἔλαττον ἐγένοντο μέρος οἱ νικῶντες τῶν ἡσσημένων.

Ῥωμαίων δʼ οἱ δεινότατοι στρατηγοὶ καὶ πλεῖστα πολέμοις ὡμιληκότες ἐπῄνουν μάλιστα τοῦ Λουκούλλου τὸ δύο βασιλεῖς τοὺς ἐπιφανεστάτους καὶ μεγίστους δυσὶ τοῖς ἐναντιωτάτοις, τάχει καὶ βραδυτῆτι, καταστρατηγῆσαι. Μιθριδάτην μὲν γὰρ ἀκμάζοντα χρόνῳ καὶ τριβῇ κατανάλωσε, Τιγράνην δὲ τῷ σπεῦσαι συνέτριψεν, ἐν ὀλίγοις τῶν πώποτε ἡγεμόνων τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δʼ ὑπὲρ ἀσφαλείας χρησάμενος.