Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκεῖθεν δʼ ἀναχθεὶς ἐπʼ Αἰγύπτου τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασωθεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ καταπλέοντι, κεκοσμημένος ἐκπρεπῶς· καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφροσύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασιλείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐτόθι καταχθέντος.

δαπάνην δὲ καὶ σύνταξιν οὐχ ὅσην ἐδίδου τοῖς ἄλλοις, ἀλλὰ τετραπλῆν ἐκείνῳ παρεῖχεν, οὐ προσιεμένῳ τῶν ἀναγκαίων πλέον οὐδὲν οὐδὲ δῶρον λαβόντι, καίπερ ὀγδοήκοντα ταλάντων ἄξια πέμψαντος αὐτῷ. λέγεται

paris.1624.493
δὲ μήτʼ εἰς Μέμφιν ἀναβῆναι μήτʼ ἄλλο τῶν θαυμαζομένων ἐν Αἰγύπτῳ καὶ περιβοήτων ἱστορῆσαι· σχολάζοντος γὰρ εἶναι ταῦτα θεατοῦ καὶ τρυφῶντος, οὐχ, ὡς αὐτὸς, ἐν ὑπαίθρῳ τὸν αὐτοκράτορα σκηνοῦντα παρὰ ταῖς ἐπάλξεσι τῶν πολεμίων ἀπολελοιπότος.